Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.213 Dem. 19.217 (English) >>Dem. 19.220

19.215οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτʼ ἐμοὶ καὶ τούτῳ πέπρακται; πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, μηδʼ ᾐτίαται πρότερον πώποτε; οὐδαμῶς δήπου. ἀλλʼ ὅμως ἐρεῖ, καὶ νὴ Δίʼ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι ἀφʼ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθʼ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλʼ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην. 19.216ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλʼ ἀφʼ ὧν ἴστʼ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος· ὄψεσθε δʼ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν· μηδέ γʼ εἰ καλὸν καὶ μέγʼ οὗτος φθέγξεται, μηδʼ εἰ φαῦλον ἐγώ. 19.217οὐδὲ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ εὖ φρονεῖτε, προσήκει ποιεῖν, ἀλλʼ ὑπὲρ πραγμάτων αἰσχρῶς καὶ δεινῶς ἀπολωλότων τὴν ὑπάρχουσαν αἰσχύνην εἰς τοὺς αἰτίους ἀπώσασθε, τὰ πεπραγμένα, πάντες ἐπίστασθε, ἐξετάσαντες. τί οὖν ἐστι ταῦθʼ ὑμεῖς ἴστε καὶ οὐ παρʼ ἡμῶν ὑμᾶς ἀκοῦσαι δεῖ; 19.218εἰ μὲν ἅπανθʼ ὅσʼ ὑπέσχονθʼ ὑμῖν ἐκ τῆς εἰρήνης γέγονε, καὶ τοσαύτης ἀνανδρίας καὶ κακίας ὑμεῖς ὁμολογεῖτʼ εἶναι μεστοί, ὥστε μήτʼ ἐν τῇ χώρᾳ τῶν πολεμίων ὄντων μήτʼ ἐκ θαλάττης πολιορκούμενοι μήτʼ ἐν ἄλλῳ μηδενὶ δεινῷ τῆς πόλεως οὔσης, ἀλλὰ καὶ σῖτον εὔωνον ὠνούμενοι καὶ τἄλλʼ οὐδὲν χεῖρον πράττοντες νῦν,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.213 Dem. 19.217 (English) >>Dem. 19.220

Powered by PhiloLogic